Μηνες
Οι Θεες των 50 σεληνιακων μηνων
Παυσανίας, Ελλάδος περιήγησις 5. 1. 4
Παυσανία Ηλιακά Α΄
τοὺς Ἠλείους ἴσμεν ἐκ Καλυδῶνος διαβεβηκότας καὶ
Αἰτωλίας τῆς ἄλλης: τὰ δὲ ἔτι παλαιότερα ἐς αὐτοὺς τοιάδε
εὕρισκον. βασιλεῦσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ λέγουσιν Ἀέθλιον,
παῖδα δὲ αὐτὸν Διός τε εἶναι καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, Ἀεθλίου δὲ Ἐνδυμίωνα
γενέσθαι: τούτου τοῦ Ἐνδυμίωνος Σελήνην φασὶν ἐρασθῆναι, καὶ ὡς θυγατέρες αὐτῷ γένοιντο ἐκ
τῆς θεοῦ πεντήκοντα. οἱ δὲ δὴ μᾶλλόν τι εἰκότα λέγοντες
Ἐνδυμίωνι λαβόντι Ἀστεροδίαν γυναῖκα--οἱ δὲ τὴν Ἰτώνου τοῦ
Ἀμφικτύονος Χρομίαν, ἄλλοι δὲ Ὑπερίππην τὴν Ἀρκάδος--,
γενέσθαι δ' οὖν φασιν αὐτῷ Παίονα καὶ Ἐπειόν τε καὶ Αἰτωλὸν καὶ
θυγατέρα ἐπ' αὐτοῖς Εὐρυκύδαν. ἔθηκε δὲ καὶ ἐν Ὀλυμπίᾳ δρόμου
τοῖς παισὶν ἀγῶνα Ἐνδυμίων ὑπὲρ τῆς ἀρχῆς, καὶ
ἐνίκησε καὶ ἔσχε τὴν βασιλείαν Ἐπειός: καὶ Ἐπειοὶ πρῶτον τότε ὧν ἦρχεν
ὠνομάσθησαν. τῶν δὲ ἀδελφῶν οἱ τὸν μὲν καταμεῖναί φασιν
αὐτοῦ, Παίονα δὲ ἀχθόμενον τῇ ἥσσῃ φυγεῖν ὡς πορρωτάτω, καὶ
τὴν ὑπὲρ Ἀξιοῦ ποταμοῦ χώραν ἀπ' αὐτοῦ Παιονίαν
ὀνομασθῆναι. τὰ δὲ ἐς τὴν Ἐνδυμίωνος τελευτὴν οὐ κατὰ τὰ αὐτὰ
Ἡρακλεῶταί τε οἱ πρὸς Μιλήτῳ καὶ Ἠλεῖοι λέγουσιν, ἀλλὰ Ἠλεῖοι
μὲν ἀποφαίνουσιν Ἐνδυμίωνος μνῆμα